TM 36099
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.berl.zill.14
† ἐδεξάμην νῦν τὸ τίμιον γράμμα τῆς ὑμετέρας πατρικῆς καὶ ὁσίας δεσποτείας καὶ τῆς ἐντίμας καὶ γνησίας ἀδελφικῆς θεοφιλίας, καὶ χαρᾶς ἐνεπλήσθην γνοὺς ἐξ αὐτοῦ τὴν ἐν κυρίῳ ὑμῶν κατάστασιν καὶ ὅλων τῶν ἀδελφῶν ὑγιείαν υσαρ μερίμναν ἡμῶν. ἐκδέχομαι δὲ ἑκάστης ἡμέρας τὸν ὁσιώτατον ἄββα Πέτρον τὸν ἐπίσκοπον [..]ιε ησαν οἱ ἀπὸ Ὀξυρυγχιτῶν πόλεως καὶ σὺν αὐτοῖς ἐρχομένου αὐτοῦ ἐὰν ἔχω μέτρον ζωῆς [.] ἐξ [......]υν αὐτῷ [..] διὰ δὲ Κόματος καὶ Παχεως ἔστειλα κ[....] εἰς τοῦτον ἵνα πεμφθῶσιν ὑμῖν ἐκ τῶν ἐκεὶ [..]τε οὖν δέξασθαι αὐτὰ ἕως οὗ ἀξιωθῶ προσκυνῆσαι ὑμῶν τοὺς ἁγιωτάτους πόδας ἀλλὰ παρακαλῶ ὑμᾶς εὔξασθαι ὑπὲρ τῆς ταπεινώσεώς μου ἵνα ὁ δεσπότης θεὸς κατευοδώσῃ τὰς ὁδούς μου καὶ διανύξῃ τὸν κοινὸν δεσπότην ἀπολῦσαί με μετὰ ἀγάπης καὶ μὴ [...]σω λοιπῶν αὐτοὺς ἐμποδίσαι μοι γὰρ ζητεῖ τὴν μίαν ταύτην καὶ ἐὰν ἔχω μέτρον ζωῆς οὐ δύναμαι μὴ ἐξελθεῖν ἀλλὰ μετὰ ἀγάπης θέλω ἵνα μὴ μετὰ τοσαῦτα ἔτη ἃ ἐδούλευσα αὐτῷ λυπήσω αὐτὸν, ἀλλʼ ἐλπίδας ἔχω εἰς τὸν Θεὸν καὶ εἰς τὰς εὐχὰς ὑμῶν, ὅτι πληροφορεῖ αὐτὸν ὁ θεὸς καὶ μετὰ καλοῦ ἀπολύει με. πλεῖστα δὲ ἐν κυρίῳ προσκυνῶ καὶ κατασπάζομαι γνησίως καὶ εὐτυχῶς τὴν τοῦ δεσπότου μου ἁγιωσύνην καὶ σὲ τὸν θεοφιλέστατον καὶ γνήσιόν μου ἀδελφὸν Φοιβάμμωνα δια[..] τοῦτο δὲ ποιοῦσι ὁ ὁσιώτατός μου ἀδελφὸς ὁ σύγκελλος καὶ πάντες ἐξ ἐμοῦ δὲ [...]σθη καταξιωσάτω τοὺς θεοσεβεστάτους ἄββα Μαρῖνον καὶ τοὺς ἀλλους πρεσβυτέρους κατʼ ὄνομα καὶ τοὺς θεοφιλεστάτους διακόνους καὶ τὸν ἀδελφὸν Κιαμοῦλ καὶ πάντας τοὺς ἀδελφοὺς κατʼ ὄνομα. ὁ δὲ κύριος δεσπότης ἡμῶν ἀξιώσῃ με ἐν τάχει πάντας ὑμᾶς περιπτύξασθαι. ὁ θεοφιλέστατος ἀδελφὸς Μηνᾶς σὺν ἐμοὶ προσκυνεῖ τὰ ἴχνη ὑμῶν [....]ας τοὺς ἀδελφοὺς ἵνα δε[.]τι ελ[....] χάρισμα ἐκ τοῦ θεοφιλεστάτου ἀδελφοῦ μου [...] οἴκου τῆς μητρὸς [...] τάχει ε[...]ο λευκοι[.......]νος [---]εκφέρω αὐτὸ ἐρχόμενος ἐὰν ζήσω. †Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- with highlights of People (omit)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)