Unregistered user (18.116.81.162). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 47300 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/47300

Information mentioned in this text

    TM 47300

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.petr.2.3_1

    ἐτῶν [..] εὐμεγέθης τετανόθριξ φακὸς ἐξ ἀριστερῶν μυκτῆρι, Καλλίμαχος [........] χιλίαρχος τῶν Εὐρυμέδοντος κληροῦχος ὡς ἐτῶν λε μέσος μελίχρους κατάρριν οὐλὴ ὑπὸ γενείωι, Κλέανδρος Ἀμφιπολίτης συνταγματάρχης τῶν Ἀσκληπιάδου κληροῦχος ὡς ἐτῶν νε βραχὺς λευκόχρως οὐλὴ μήλωι ἀριστερῶι, Περίτας Μακεδὼν χιλίαρχος τῶν Νικάνορος κληροῦχος ὡς ἐτῶν? ξε μέσος μεγέθει μελίχρους οὐλὴ μετώπωι ὑπὸ τρίχα καὶ μήλωι ἀριστερῶι. λ βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς Αὐδναίου λ, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν Δίων Ἡρακλεώτης τῶν Δάμωνος πεντακοσίαρχος κληροῦχος ὡς ἐτῶν ξε βραχὺς μελίχρους ἀναφάλαντος στρογγυλοπρόσωπος οὐλὴ ἐπὶ μήλου παρʼ ὀφρῦν ἀριστερὰν καὶ ἄλλη μετώπωι μέσωι καὶ ἄλλη μετώπωι ὑπὲρ ὀφρῦν δεξιάν. εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ αὑτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάσχω, τὰ μὲν ὑπάρχοντα ἃ ἔχουσιν οἱ υἱοὶ καὶ ἡ γυνή μου ἐχέτωσαν, τὰ δὲ λοιπὰ καταλιμπάνω εἰς ταφὴν ἐμαυτοῦ. Μελαινίδα δὲ καὶ τὸν υἱὸν αὐτῆς Ἀμμώνιον τὸν ἐξ ἐμοῦ γεγενημένον, οὓς ἐγὼ ἐξέθρεψα, ἀφίημι ἐλευθέρους, ἐάν μοι παραμείνωσιν ἕως ἂν ἐγὼ ζῶ ὑπήκοοι ὄντες. ἀφίημι δʼ αὐτοῖς τὰ τροφεῖα καὶ ἔστωσαν ἐλεύθεροι καθὰ καὶ ἐξ ὠνῆς [......] μηθενὶ ἐξέστω ἐπιλαβέσθαι αὐτῶν παρευρέσει μηδεμιᾶι. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες · [......]ιος δ[---] [---][....][---] [---][..][---] |gap=1_lines| [---][..]ος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν [---] [....] μακροπρόσωπος οὐλὴ μετώπωι μέσωι καὶ ἄλλη ὑπὸ γενείωι [.....] [...........]ς Θεοκλέους Μακεδὼν τῆς ἐπιγονῆς ὡς ἐτῶν λα μελίχρους μέσος μεγέθει τετανὸς οὐλὴ μέσηι ῥινί, Εὖφρις Εὔφριος Κυρηναῖος τῆς ἐπιγονῆς ὡς ἐτῶν [..] μέσος μεγέθει μελίχρους τετανὸς σύνοφρυς ἡσυχῇ ἀνάσιλλος φακὸς μετώπωι ἐξ ἀριστερῶν, Ἀρχέστρατος Νεάνδρου Κὰρ τῆς ἐπιγονῆς ὡς ἐτῶν κδ μέσος μεγέθει μελίχρους τετανὸς μακροπρόσωπος σπανοπώγων [---] Περιτίου β βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς Περιτίου β, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν Μένιππος Αἰνιὰν τῶν Λίχα ἰλάρχης ὡς ἐτῶν [..] πυρράκης εὐμεγέθης μακροπρόσωπος τετανὸς ἀναφάλαντος [.........] οὐλὴ μετώπωι ἐκ δεξιῶν ὑπὸ τρίχα. εἴη μέν μοι ὑγιαίνοντι αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι πάσχω ἀνθρώπινον, καταλείπω Σεμέλην ἐλευθέραν καὶ τὰ ὄντα ϛ παιδία, ἐάν μοι παραμείνωσιν ἕως ἂν ζῶ

    p.petr.2.3_2

    ὑπήκοοι ὄντες. ἀφίημι δʼ αὐτοῖς τὰ τροφεῖα. μηθενὶ ἐξέστω ἐπιλαβέσθαι αὐτῶν παρευρέσει μηδεμιᾶι. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες · Κάλλιππος Δημητρίου [........] τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ μελίχρους εὐμεγέθης ἐπίγρυπος [..............] α[..........] τῆς ἐπιγονῆς ὡς ἐτῶν λ μελάγχρους [............] [........] ἐξ ἀριστερῶν, Δημήτριος Ἀγαθ[................] τῆς ἐπιγονῆς ὡς ἐτῶν [..] εὐμεγέθης ἀναφάλαντος [..............] [.] ὡς ἐτῶν ξ πυρράκης οὐλὴ μ[................] [.............] Ἄριστις Δημητρίου Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Ἰσθμιέα ὡς ἐτῶν λε μελίχρους [..........] [...]ξεωι ἐκ δεξιῶν τραχήλωι [.............] μ[.........] Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον [......] ὡς ἐτῶν [..] μελίχρως εὐμεγέθης τετανὸς οὐλὴ παρʼ ὀφρῦν δεξιάν. ζ βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς Περιτίου ζ, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου , τάδε διέθετο νοῶν καὶ φρονῶν Δημήτριος Δείνωνος Χρηστήριος τῶν Πυθαγγέλου [.......] κληροῦχος ὡς ἐτῶν οε μελίχρους εὐμεγέθης μακροπρόσωπος [........] οὐλὴ μετώπωι μέσωι. εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάσχω, καταλιμπάνω τὰ ὑπάρχοντά μοι [.....] καὶ τὴν ἐν Ἀλεξανδρείαι οἰκίαν μοι ὑπάρχουσαν [..............] [................]ωνίωι καὶ τὸν θώρακα ὅς ἐστι κ[..............] [.............] σκεπάζουσαν ζώνην θωρακῖτιν [............] [....] Χαριτοῖ δὲ τῆι ἐμῆι γυναικὶ ἐξέστω ἐνοικεῖν [..............] [...........] ὅσα εἶχεν Χαριτώ. τὰ δὲ λοιπὰ [.] ἢ ὅσα ἂν προσκτήσωμαι καταλείπω [.......] τ[..] σταθμὸν ὃν ἔλαβον ἐκ βασιλικοῦ [.........] τ[....................] δὲ τὸν παῖδα τὸν ἐμὸν ξ[.............] τ[.] ἀφίημι ἐλεύθερον. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες · Κότους Θραῖξ τῶν Σωσιπόλιος [......] κληροῦχος ὡς ἐτῶν ν μελίχρους βραχὺς [.........] ο[..........] φακὸς παρʼ οὖς ἀριστερόν, Θεόδοτος Συρακόσιος τῶν Σωσιπόλιος τακτόμισθος κληροῦχος ὡς ἐτῶν ο βραχὺς μελίχρους ἀναφάλαντος οὐλὴ σιαγόνι δεξιᾶι φακὸς ὑπὲρ ὀφρῦν δεξιάν, [.........] Πυ[..........] Καρδιανὸς τῆς ἐπιγονῆς ὡς ἐτῶν μ βραχὺς [......] οὐλὴ [..........], Σατυρίων Χάρμου Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Σουνιέα ὡς ἐτῶν ν λευκόχρως μέσος μεγέθει [..........] χαροπός, Πτολεμαῖος Πέρσης τῶν Ἀνδρίσκου ἑκατοντάρουρος ὡς ἐτῶν [..] πυρράκης μέσος μεγέθει μῆλα μέγαλα οὐλὴ ἐπὶ μήλου δεξιοῦ, Ζηνόθεμις Λυσιμαχεὺς τῶν Δάμωνος [........]

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left