TM 5836
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.eleph.1intdupl
Ἀλεξάνδρου τοῦ Ἀλεξάνδρου βασιλεύοντος ἔτει ἑβδόμωι, Πτολεμαίου σατραπεύοντος ἔτει τεσσαρεσκαιδεκάτωι μηνὸς Δίου. συγγραφὴ συνοικισίας Ἡρακλείδου καὶ Δημητρίας. λαμβάνει Ἡρακλείδης Δημητρίαν Κώιαν γυναῖκα γνησίαν παρὰ τοῦ πατρὸς Λεπτίνου Κώιου καὶ τῆς μητρὸς Φιλωτίδος ἐλεύθερος ἐλευθέραν προσφερομένην ἱματισμὸν καὶ κόσμον δραχμῶν Α, παρεχέτω δὲ Ἡρακλείδης Δημητρίαι ὅσα προσήκει γυναικὶ ἐλευθέραι πάντα, εἶναι δὲ ἡμὰς κατα τὸ αὐτὸ ὅπου ἂν δοκῆι ἄριστον εἶναι βουλευομένοις κοινῆι βουλῆι Λεπτίνηι καὶ Ἡρακλείδηι. ἐὰν δέ τι κακοτεχνοῦσα ἁλίσκηται ἐπὶ αἰσχύνηι τοῦ ἀνδρὸς Ἡρακλείδου Δημητρία, στερέσθω ὧν προσηνέγκατο πάντων. ἐπιδειξάτω δὲ Ἡρακλείδης ὅτι ἂν ἐγκαλῆι Δημητρίαι ἐναντίον ἀνδρῶν τριῶν, οὓς ἂν δοκιμάζωσιν ἀμφότεροι. μὴ ἐξέστω δὲ Ἡρακλείδηι γυναῖκα ἄλλην ἐπεισάγεσθαι ἐφ᾽ ὕβρει δημητρίας μηδὲ τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς μηδὲ κακοτεχνεῖν μηδὲν παρευρέσει μηδεμιᾶι Ἡρακλείδην εἰς Δημητρίαν · ἐὰν δέ τι ποιῶν τούτων ἁλίσκηται Ἡρακλείδης καὶ ἐπιδείξηι Δημητρία ἐναντίον ἀνδρῶν τριῶν, οὓς ἂν δοκιμάζωσιν ἀμφότεροι, ἀποδότω Ἡρακλείδης Δημητρίαι τὴν φερνὴν ἣν προσηνέγκατο δραχμῶν Α, καὶ προσαποτεισάτω ἀργυρίου Ἀλεξανδρείου δραχμὰς Α. ἡ δὲ πρᾶξις ἔστω καθάπερ ἐκ δίκης κατὰ νόμον τέλος ἐχούσης Δημητρίαι καὶ τοῖς μετὰ Δημητρίας πράσσουσιν ἔκ τε αὐτοῦ Ἡρακλείδου καὶ τῶν Ἡρακλείδου πάντων καὶ ἐγγαίων καὶ ναυτικῶν. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πάντηι πάντως ὡς ἐκεῖ τοῦ συναλλάγματος γεγενημένου, ὅπου ἂν ἐπεγφέρηι Ἡρακλείδης κατὰ Δημητρίας ἢ Δημητρία τε καὶ οἱ μετὰ Δημητρίας πράσσοντες ἐπεγφέρωσιν κατὰ Ἡρακλείδου. κύριοι δὲ ἔσθωσαν Ἡρακλείδης καὶ Δημητρία καὶ τὰς συγγραφὰς αὐτοὶ τὰς αὑτῶν φυλάσσοντες καὶ ἐπεγφέροντες κατ᾽ ἀλλήλων. μάρτυρες Κλέων Γελῶιος, Ἀντικράτης Τημνίτης, Λῦσις Τημνίτης, Διονύσιος Τημνίτης, Ἀριστόμαχος Κυρηναῖος, Ἀριστόδικος Κῶιος.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)