TM 8908
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
chr.mitt.265_1
1 Α[ὐρ]ήλιοι Ἀπολλῶς Σαραπίωνος τοῦ καὶ Συρίωνος καὶ Ἡρᾶς2 [Ἀ]μμων[ᾶ] \ἀμφότεροι/ ἀπὸ χώρας Χενεβριτῶν τοῦ Μαρεώτου Αὐρηλίῳ
3 Ἀ[ν]τινόῳ π(ριμι)π(ιλαρίῳ) ἐπάρχου Αἰγύπτου ____ χαίρειν.
4 ὁ[μο]λογοῦμεν πεπρακέναι σοι κάμηλον ἄρρενα ἀραβικὸν τῷ
5 [σ]ώματι κατηρτυκότα τειμῆς* ἀργυρίου Σεβαστῶν νομίσματος
6 τ[αλ]άντων ιϛ καὶ δραχμῶν τρισχειλίων*, ἅπερ ἐντεῦθεν ἀπέσ-
7 [χ]αμεν παρὰ σοῦ πλήρης διὰ χειρὸς ἐξ οἴκου σου καὶ παρα-
8 [δε]δώκαμέν σοι τὸν κάμηλον ἀχάρακτον ὑγίην* καὶ ἀσινῆν
9 πρὸς τὸ ἀπὸ τοῦ νῦν παριληφότα* σεαυτὸν ἐξουσίαν ἔχειν
10 ἑτέροις πωλεῖν καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἐὰν
11 αἱρῇ, ἐφʼ ὃν καὶ οὐκ ἐπελευσόμεθα οὔτε ἡμῖς* οἱ πεπρακότες
12 οὔτε ἄλλος ὑπὲρ ἡμῶν οὐδεὶς κατʼ οὐδένα τρόπον, τὸν δὲ καὶ
13 ἐπελευσόμενον ἢ ἐμποιησόμενον τοῦ πεπραμένου καμή-
14 λου ἢ μέρους αὐτοῦ χάριν ἡμεῖς αὐτὸν ἀποστήσωμεν καὶ
15 ἐκδικήσωμεν παραχρῆμα τοῖς ἰδίοις ἑαυτῶν δαπανήμασιν
16 καθάπερ ἐκ δίκης, καὶ ἐγράφη ἡ ὁμολογεία* μοναχὴ ἐπὶ ὑπο-
17 [γρ]αφῆς ἡμῶν καὶ κυρία ἔστω καὶ ἐπερωτηθέντες ὡμο-
18 [λο]γήσα[μεν]. ἔτους πέμπτου τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος
19 Δ[ι]οκλητιανοῦ καὶ ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου
20 Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστῶν Μεσορὴ πέμπτῃ.
21 Αὐρήλιος Ἀμμῶνις ἀπὸ χώρας Νεθειτῶν ἀξειοθεὶς* ὑπαὶ-
22 ρ* ἀτῶν* γράματα* μεὶ* εἰδώτων* ἔγραψα ὑπαὶ-
22 ρ* ἀτῶν*.
chr.mitt.265_2
23 ὠνὴ καμήλου ἐκ τοῦ Φεκ̣ούλ̣ο̣υ.Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)