TM 8919
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.1.15_2
Αἰμίλιος Σατορνῖλος στρατηγοῖς Ἑπτὰ νομῶν καὶ Ἀρσινοίτου χωρὶς Αὐάσεως χαίρειν. τὴν ἐνβολὴν καὶ σφόδρα ὑφʼ ὑμῶν ἀμελουμένην ὁρῶ. ἕκαστος γὰρ ὑφʼ ἡμῶν πυρὸν ἐπιστέλλων ἐν τοῖς θησαυροῖς ἔχειν οὐ καταβλέπειν, τὴν δὲ αἰτίαν οὐδεμίαν ἄλλην ἢ τὴν τῶν εἰωθότων παραφέρειν τὸν πυρὸν ὀλιγότητα εἶναι. ἡγοῦμαι οὖν, πολλάκις μὲν ἐπέστειλα εἰς τὸ νῦν ἀριθμὸν ἀγαγεῖν, ὑμεῖς δὲ οὐδέποτε πρὸς τὰ ἐμὰ γράμματα ἐπιστρέφεσθαι, ἠξιώσατε, ἀλλὰ συνκακουργοῦντες τοῖς ὀνηλάταις εἰς μὲν τὸν ἀριθμὸν αὐτοῦς ἀναλάμβαται, τὴν δὲ λεγομένην τριονίαν ὑπάρχειν οὐκ ἀναγκάσεται, ὅθεν οὖν μένει αὐτοὺς μὲν ἀπολαύειν τῶν ἐκ τῆς ὀνηλασίας ὑπαρχόντων δικαίου, τὸ δὲ ἐξ αὐτῶν τῷ ταμείῳ μὴ παραγίνεσθαι. εἶπα οὖν τοῦτο, μὴ πλέον αὐτοῖς προχωρῇ ἂν ὕστερον ῥαδίως τῶν τε ἐχόντων τὸν ἐντελῆ ἀριθμὸν καὶ τὴν ἐνδεόντων ὑπάρχῃ, κελεύω ἕνα ἕκαστον τῶν ὀνηλατῶν ἀναγκάζειν τὴν ὀφειλομένην ὑπʼ αὐτοῦ τρέφεσθαι? τριονίαν, ὑμᾶς δὲ σφραγῖδα ἐπιβάλλειν ἑκάστῳ ὄνῳ. οὕτως γὰρ οἵ τε ὀνηλάται τρέφειν τὸν ἐντελῆ ἀριθμὸν ἀναγκασθήσονται καὶ ὑμεῖς . ἔχοιτε τοῦς ὀνηλάτας φωραθήσεσθαι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους ε Ἐπεὶφ ιζ.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)