TM 8919
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.1.15_2
1 Αἰμίλιο̣ς̣ Σατορνῖλος στρ(ατηγοῖς) Ἑπτὰ νομῶν2 καὶ Ἀρσινοίτου χωρὶς Αὐάσεως χαίριν*.
3 τὴν ἐνβολὴν καὶ σφόδρα ὑφʼ ἡμῶν* ἀμελου-
4 μένην ὁρῶ. ἕκαστος γὰρ ὑφʼ ἡμῶν πυρὸν
5 ἐπιστέλλων ἐν τοῖς θησαυροῖς ἔχειν οὐ κα-
6 ταβλέπιν*, τὴν δὲ αἰτίαν οὐδεμίαν ἄλλην ἢ τὴν
7 τῶν εἰωθότων παραφέριν* τὸν πυρὸν ὀλιγότητα
8 ἶναι*. ἡγοῦμαι οὖν, πολλάκις μὲν ἐπέστιλα* εἰς τὸ
9 νῦν ἀριθμὸν ἀγαγῖν*, ὑμῖς* δὲ οὐδέποται* πρὸς
10 τὰ ἐμὰ γράμματα ἐπιστραφεται*, ἠξιώσαται*,
11 ἀλλὰ συνκακουργοῦντες τοῖς ὀνηλάταις εἰς μὲν
12 τὸν ἀριθμὸν αὐτοῦς ἀναλάμβαται, τὴν δὲ
13 λεγομένην τριονίαν ὑπάρχιν* οὐκ ἀνανκά-
14 σεται*, ὅθεν ο̣ὖν μέν̣ι̣* αὐτοὺς μὲν ἀπολάβιν*
15 τῶν ἐκ τῆς ὀνηλασίας ὑπαρχόντων δικαίου,
16 τὸ δὲ ἐξ αὐτῶν τῷ ταμείῳ μὴ παραγίνεσθαι. ἶπα*
17 οὖν τοῦτο, μὴ πλέον αὐτοῖς προχωρῇ ἂν̣ ὕστερον
18 ῥαδίως τῶν τε ἐχόντων τὸν ἐντελῆ ἀριθμὸν
19 καὶ τὴν ἐνδεό[ν]των ὑπάρχῃ, κελεύω ἱνα* ἕκαστον
20 τῶν ὀνηλατῶν ἀνανκάζιν* τὴν ὀφειλομένην
21 ὑπʼ αὐτοῦ τρέφεσται* τριονίαν, ὑμᾶς δὲ σφρα-
22 γιδαν* ἐπιβάλλιν* ἑκάστῳ ὄνῳ. οὕτως γὰρ οἵ τε
23 ὀνηλάται τρέφιν* τὸν ἐντελῆ ἀριθμὸν ἀναν-
24 κασθήσονται* καὶ ὑμῖς* ⟦[---]⟧. ἔχοιται*
25 τοῦς ὀνηλ[άτ]ας φωραθήσασθαι*.
26 ἐρῶσθε* ὑμᾶς [εὔχ]αμαι*.
27 (ἔτους) ε Ἐπεὶφ ιζ.
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)