Unregistered user (3.145.111.41). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 8944 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/8944

Information mentioned in this text

    TM 8944

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    bgu.1.183_1

    [---] ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου νουμηνίᾳ , Παχὼν νουμηνίᾳ?, ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ . ὁμολογεῖ Ὧρος Τεσενούφιος τοῦ Τεσενούφιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα τριῶν οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ τῇ ἑαυτῇ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ ἀδελφῆι καὶ ἔστιν αὐτὴ ἡ προοῦσα καὶ συνοῦσα αὐτῷ γυναικὶ Ἐριέᾳ ὡς ἐτῶν τρίακοντα πέντε οὐλὴ ____ μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Πεκύσιος τοῦ Ὥρου ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ ἀντικνημίωι ἀριστερῶι ἔχειν παρʼ αὐτῆς τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἐφʼ ἑαυτῇ φέρνην ἀργυρίου κεφαλαίου δραχμὰς εἴκοσι. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες καθὼς καὶ προεγαμοῦσαν, ἐπιχωρηγοῦντος Ὥρου τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου ἐνδημῶν καὶ ἀποδημῶν ἐν τοῖς κατὰ τὴν συνβίωσιν χρονοις αὐτῶν ἀκατηγόρητον, ἐὰν ἐγβῇ ἀποδότω ὁ ὁμολογῶν Ὥρος τῇ Ἐριέᾳ τὴν φέρνην ἐν ἡμέραις τριάκοντα ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ, ἐὰν δὲ μὴ ἀποδῶι, [..........] τῆς πράξεως οὔσης τῇ Ἐριέᾳ ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, μενούσης δὲ ἐπὶ χώρας τῆς συνγραφῆς ταύτης ἀπερίλυτον εἶναι. παροῦσα δὲ ἐπὶ τῆς ἀρχῆς ἡ τῶν γαμούντων μήτηρ Σαταβοῦς τῆς Ὥρου τοῦ Ἁρυώτου ὡς ἐτῶν ἑξήκοντα πέντε φακὸς χίλει τῷ ἄνω ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Τανεφρίμμιος υἱοῦ Στοτοήτιος τοῦ Ἐρίεως ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ ὀφρύι δεξιᾷ καὶ συνχωροῦσα μετὰ τὴν ἑαυτῆς τελευτὴν τοῖς ἑαυτῆς τέκνοις Στοτοήτι καὶ Ὥρωι καὶ θυγατράσι Σουήρι καὶ Ἐριέᾳ καὶ τοῖς τοῦ τετελευτηκότος αὐτῆς ἑτέρου υἱοῦ Τεσενούφιος τέκνοις Στοτοήτι καὶ Ὥρωι τῷ μὲν υἱῶι Στοτοήτι συνχωρεῖ μετὰ τὴν ἑαυτῆς τελευτὴν οἰκίαν καὶ αὐλὴν ἐκ τοῦ πρὸς νότου μέρους καὶ τέταρτον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς, πρότερον Ψενταπιάμιος, καὶ πέμπτον δέκατον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς πρότερον Πατουλῶτος ὁμοίως δὲ καὶ συνχωρεῖ ἡ αὐτὴ Σαταβοὺς μετὰ τὴν ἑαυτῆς τελευτὴν τῷ προγεγραμμένῳ ἑτέρωι υἱῶι Ὥρωι καὶ θυγατρὶ Ἐρίεᾳ, κοινῶς ἐξ ἴσου κατὰ τὸ ἡμισυ μέρος τῆς ὑπαρχούσης αὐτῇ ἑτέρας οἰκίας καινῆς καὶ αὐλῆς ἐκ τοῦ πρὸς νότου μέρους καὶ τὰ συνκύροντα πάντα, τοῖς δʼ αὐτοῖς τέκνοις Ὥρωι καὶ Ἐριέᾳ συνχωρεῖ ἡ Σαταβοὺς τέταρτον μέρος τῆς προκειμένης οἰκίας καὶ αὐλῆς πρότερον Ψενταπιάμιος, καὶ Ὥρωι μόνῳ συνχωρεῖ [...]ολὰς λ[...]κὰς δύο καὶ τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρωι συνχωρεῖ μετὰ τὴν ἑαυτῆς τελευτὴν τόπον ψιλὸν ἐντὸς περιβόλου ἱεροῦ Σοκνοπαίου θεοῦ μεγάλου ὄντ?α καὶ συνχωρεῖ ἡ αὐτὴ Σαταβοὺς τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρωι μῦλον θηβαικὸν καὶ ὅσα ποτὲ ἐὰν καταλείψῃ ἐπίπλοα σκεύη καὶ ἐνδομενίαν πᾶσαν καὶ ἐπιτροπεύουσαν καὶ ἀνε[.]ηγετεύουσαν καὶ τῇ θυγατρὶ Ἐριέᾳ συνχωρεῖ ἡ Σαταβοὺς τὸν περὶ αὐτῆς γυναικεῖον κόσμον καὶ τῇ θυγατρὶ Σοήρει ὁμοίως συνχωρεῖ ἡ Σαταβοὺς μετὰ τὴν ἑαυτῆς τελευτὴν τὸ λοιπὸν ἥμισυ μέρος τῆς προγεγραμμένης πρότερον Ψενταπιάμιος οἰκίας καὶ αὐλῆς καὶ τοῖς τοῦ τετελευτηκότος αὐτῆς ἑτέρου υἱοῦ Τεσενούφιος τέκνοις Στοτοήτι καὶ Ὥρωι ἑκάστῳ ἀνὰ ἀργυρίου δραχμὰς ὀκτὼ ἐφʼ ᾧ ἀποδώσουσιν οἱ δύο [..] Στοτοήτι καὶ Ὣρωι ἃς ὀφείλει ἡ Σαταβοὺς διὰ χειρὸς ἀγράφως ἀργυρίου δραχμὰς ὀκτακοσίας, εἶναι δὲ αὐτοῖς κοινῶς ἐξ ἴσου τὴν προσήκουσαν τῇ Σαταβοῦτι ταφὴν καὶ σκηδίαν ἀνεγλόγιστα, ἐφʼ ὃν χρόνον ζῶσα ᾖ Σαταβοὺς, ἔχειν αὐτὴν τὴν ἐξουσίαν τῶν ἰδίων πάντων πωλεῖν ὑποτίθεσθαι διαθέσθαι οἷς ἐὰν βούληται ἀπαραποδίστως. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ὧρος Στοτοήτιος ὡς ἐτῶν κδ οὐλὴ μετώπωι μέσωι καὶ τῆς Ἐριέας καὶ τοῦ κυρίου Λεονίδης τοῦ Ζωίλου ὡς ἐτῶν κδ οὐλὴ μετώπωι ἐκ δεξιῶν καὶ τῆς Σαταβοῦτος καὶ τοῦ κυρίου Στοτοήτιος τοῦ Ἀπύγχεως ὡς ἐτῶν ξ οὐλὴ πήχει ἀριστερῶι. Ὧρος Τεσενούφεος τοῦ Τεσενούφεος Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν παρὰ τῆς συνούσης καὶ προγαμούσης μου γυναικὸς Ἐριέας τῆς Τεσενούφεος μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Πεκύσεως τοῦ Ὥρου τὰς τῆς φέρνης ἀργυρίου δραχμὰς εἴκοσι καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ὧρος Στοτοήτιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ἐριεὺς ἡ Τεσενούφιος μετὰ κυρίου τοῦ υἱοῦ Πακύσιος τοῦ Ὥρου δέδωκα τὴν προκειμένην φέρνην ἀργυρίου δραχμὰς εἴκοσι καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Λεονίδης Ζωίλου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Σαταβοὺς ἡ Ὥρου τοῦ Ἁρυώτου μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Τανεφρέμμιος υἱοῦ Στοτοήτιος τοῦ Ἐριέως ὁμολογῶ συνκεχωρηκέναι μετὰ τὴν ἐμὴν τελευτὴν τοῖς τέκνοις μου Στοτοήτι καὶ Ὥρωι καὶ Σοήρι καὶ Ἐριέᾳ καὶ τοῖς τοῦ τετελευτηκότος μου ἑτέρου υἱοῦ Τεσενούφιος υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τῷ μὲν υἱῷ Στοτοήτι συνχωρῶ οἰκίαν καὶ αὐλὴν ἐκ τοῦ πρὸς νότου μέρους καὶ τέταρτον μέρος οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς βορρᾶ μέρους, πρότερον Ψενταπιάμις καὶ πέμπτον δέκατον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς πρότερον Πατουλῶτος καὶ τῷ Ὥρωι καὶ θυγατρὶ Ἐριέᾳ ὁμοίως συνχωρῶ ἑκάστῳ κατὰ τὸ ἥμισυ μέρος οἰκίας καινῆς καὶ αὐλῆς ἐκ τοῦ πρὸς νότου μέρους, τοῖς αὐτοῖς ὁμοίως συνχωρῶ κοινῶς ἐξ ἴσου τέταρτον μέρος οἰκίας καὶ αὐλῆς πρότερον Ψενταπιάμιος καὶ τῷ Ὥρῳ μόνῳ συνχωρῶ [..]ολὰς λ[.]κὰς δύο καὶ τῇ θυγατρὶ Σοήρι ὁμοίως συνχωρῶ ἥμισυ μέρος τῆς πρότερον Ψενταπιάμις οἰκίας καὶ αὐλῆς, τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τὸν ὑπάρχοντά μοι ἐντὸς περιβόλου ἱεροῦ Σοκνοπαίου τόπον ψιλὸν καὶ μῦλον θηβαικὸν σὺν τραπέζῃ καὶ τοῖς αὐτοῖς δυσὶ Στοτοήτι καὶ Ὥρῳ συνχωρῶ [..] [..] καὶ Στοτοήτι καὶ Ὥρωι κλεινὰς τέσσαρας [.......] καὶ τοῖς τοῦ τετελευτηκότος μου ἑτέρου υἱοῦ Τεσενούφις τέκνοις Στοτοήτι καὶ Ὥρῳ συνχωρῶ [....] ἀργυρίου δραχμὰς ὀκτὼ ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Στοτοῆτις Ἀπύγχεως διὰ τὸ μὴ εἰδέναι γράμματα. γαμματ?εὺς τοῦ κώμης? Σοκνοπαίου Νήσου γραφείου.

    bgu.1.183_2

    [---] Σαταβοὺς [---] τα[....]να |gap=2_lines|

    bgu.1.183_3

    ἔτους δ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- with highlights of Dates (omit)

omit all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a text irregularity from the left

Select an abbreviation from the left