Session for Open Sunday user.
Log in with a personal account

Please log into your personal or institutional single-user account with your email and password.

I have forgotten my password

I want to set up a personal profile

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

Why? What changes? How to pay?x

TM 8950 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/8950

Information mentioned in this text

    TM 8950

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    chr.mitt.85_1

    ἀντίγραφον. ἐξ ἀναπομπῆς Πετρωνίου Μαμερτείνου ἐπάρχου Αἰγύπτου. ἔτους ιθ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιζ ἐπὶ τῶν κατὰ Χεναλεξᾶν πρὸς Πετεσοῦχον καὶ Διονύσιον. Μένανδρος ὁ κριτὴς τοῖς διαδικαζομένοις εἶπεν · ὑπερεθέμην τὸ νῦν πρᾶγμα, ἐπεὶ καθολικὸν ἦν, ἄχρι οὗ γράψω τῷ κρατίστῳ ἡγεμόνι εἰ καὶ Αἰγυπτίων υἱωνοῖς καὶ υἱδαῖς δέδοται τὰ μαμμῷα διὰ τῆς τοῦ κυρίου Ἁδριανοῦ Καίσαρος χάριτος. ἀναγνωσθήσεται οὖν ἡ ὑπʼ ἐμοῦ τῷ κρατίστῳ ἡγεμόνι γραφεῖσα ἐπιστολὴ καὶ ἡ ὑπὸ αὐτοῦ ἀντιγραφεῖσά μοι [.] κελεύσας ἀμφοτέρας ἀναγνωσθῆναι τοῖς τε ὑπομνήμασι ἀναλημφθῆναι περιεχούσας κατὰ λέξιν οὕτως · Πετρωνίῳ Μαμερτείνῳ τῷ κρατίστῳ ἡγεμόνι Μένανδρος γενόμενος βασιλικὸς γραμματεὺς Ἀρσινοείτου χαίρειν. Χεναλεξᾶς Ἀλεξάνδρου Αἰγυπτία τῷ διεληλυθότι διαλογισμῷ ἐδικάσατο ἐπὶ Ἡρακλείδου κριτοῦ πρὸς Πετεσοῦχον θεῖον ἑαυτῆς πρὸς πατρὸς καὶ Διονύσιον ἀνεψιὸν περὶ μαμμῴων ὑπαρχόντων, ὧν ἔλεγεν εἰς τὸν πατέρα ἑαυτῆς ἀπὸ τῆς μητρὸς αὐτοῦ ἐληλυθέναι. ἐπεὶ δὲ οἱ περὶ τὸν Πετεσοῦχον διεβεβαιώσαντο ἐκεῖνον προτετελευτηκέναι τῆς μητρὸς τῷ α ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, αὐτὴ δὲ τῷ ιε ἔτει, τοῦτο ἀποδεῖξαι διὰ γραμμάτων ὑπέσχετο. ὑπερετέθη ἡ διάγνωσις εἰς τὴν ἀπόδειξιν, νῦν ἀναπεμφθεῖσα ἐπʼ ἐμὲ πρὸς τοὺς αὐτοὺς ἠξίου προσφυγεῖν τῇ χάριτι τοῦ θεοῦ ἐπιφανεστάτου Αὐτοκράτορος

    chr.mitt.85_2

    καὶ Αἰγυπτίοις συνκεχωρημένου τὰ μαμμῷα κληρονομεῖν καὶ ἐπήνεγκε Γελλίου Βάσσου τοῦ κρατίστου ἐπιστρατήγου ἀπόφασιν κεκρικότος καὶ τοὺς τῶν παίδων παῖδας μετουσίαν ἔχειν τῆς τῶν μαμμῴων κληρονομίας, ἐγέγραπτο δὲ διὰ τῆς ἀποφάσεως αὐτοῦ μετʼ ἄλλα οὕτως · ὅσα προσήγοντο πατρικῶν περὶ τὸν προκείμενον ἀπὸ τῆς Εὐδαιμονίδος διαθήκης ἢ καθʼ ὅντινα τρόπον, ταῦτα μετεῖναι τοῖς ἐκείνου τέκνοις. ζητουμένου οὖν καὶ τούτου εἰ τετελευτηκυίας τῆς μάμμης αὐτῆς ἀδιαθέτου πρὸ θ ἔτους τῆς τοῦ Αὐτοκράτορος χάριτος λήμψεται ἡ υἱδὴς τὴν τοῦ πατρὸς μοῖραν, γράφω σοι, ἡγεμών μου, ἵνα τὸ δόξαν κελεύσῃς γενέσθαι. ἐρρῶσθαί σε εὔχομαι, ἡγεμὼν κύριε. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ ιδ. πρὸς ἣν ἀντεγράφη · Πετρώνιος Μαμερτεῖνος Μενάνδρῳ γενομένῳ βασιλικῷ γραμματεῖ Πολέμωνος μερίδος χαίρειν. εἰ μηδὲν ἐκρίθη μέχρι τούτου Χεναλεξᾶτος καὶ Πετεσούχου δι[.] πρὸς πατρὸς θείου καὶ Διονυσίου ἀνεψιοῦ περὶ τῶν μαμμῴων αὐτῆς ὑπαρχόντων, προσήκει σε ἀκολούθως τοῖς τοῦ κυρίου γράμμασιν Χεναλεξᾶ τὸ πατρῷον μέρος ὃ περιὼν ἂν ὁ πατὴρ αὐτῆς ἔλαβεν προσκρίνειν. ἔρρωσο. ἔτους ιθ Μεχεὶρ ιδ, ἀπεφήνατο · Θεναλεξᾷ τὸ πατρῷον μέρος ὃ περιὼν ἂν ὁ πατὴρ αὐτῆς ἔλαβεν δοκεῖ ἀκολούθως τοῖς ὑπὸ τοῦ κρατίστου ἡγεμόνος γραφεῖσι. Ἀσκληπιάδης ῥήτωρ · τὰς προσόδους ταύτῃ τῶν χρόνων ὧν ἐπεκράτησαν οὗτοι ἀποδότωσαν. τῶν περὶ Πετεσοῦχον λεγόντων ἑαυτο[....].

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select an abbreviation from the left