Unregistered user (3.144.116.69). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 9442 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/9442

Information mentioned in this text

    TM 9442

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    bgu.4.1045_1

    ἀντίγραφον συνγραφῆς ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἀπελλαίου α Φαῶφι α διὰ γραφείου Ἀλαβανθίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου. ὁμολογεῖ Ἑρμῆς ἀπελεύθερος Σκύλακος τοῦ Σκύλακος ἀναγραφόμενος ἐπʼ ἀμφόδου [.]ωνος ὡς ἐτῶν τεσσαράκοντα ἑπτὰ ἄσημος τῇ προούσῃ καὶ συνούσῃ αὐτῷ ἀγράφως γυναικὶ Ἰσιδώρᾳ Σατύρου ὡς ἐτῶν τεσσεράκοντα πέντε ἄσημος μετὰ κυρίου τοῦ συγγενοῦς Εὐδαίμονος τοῦ Διδύμου ὡς ἐτῶν εἴκοσι τεσσάρων οὐλὴ προσώπῳ μέσῳ ἔχειν παρʼ αὐτῆς ἐφʼ ἑαυτῇ ἔτι πάλαι τὴν φερνὴν χρυσίου δοκιμίου τετάρτων τέσσαρας [.......] χρυσὸς δηναρίων δύο καὶ δακτύλιον δ[.......]σων [..]ω καὶ ἀργυρίου δραχμῶν ἑκατὸν οὐσῶν. ἱμάτια ἐν συντιμήσει καὶ ἐν παραφέρνοις Ἀφροδίτην [..] πάντα χαλκᾶ μυροθήκη ζα[.] αὐτήν. συνβιούτωσαν οὖν ἀλλήλοις ὅ τε Ἑρμῆς καὶ ἡ Ἰσιδώρα ἀμέμπτως καθότι καὶ πρότερον ἐπιχορηγοῦντος μὲν αὐτοῦ τὰ δέοντα πάντα καὶ τὸν ἱματϊσμὸν καὶ τὰ ἄλλα ὅσα προσήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν καὶ αὐτῆς δὲ Ἰσιδώρας [..] καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχομένης [.............] ἐὰν δὲ διαφορᾶς αὐτοῖς γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων, ἀποδώσειν τὸν Ἑρμῆν τῇ Ἰσιδώρᾳ τὴν προῖκα [...........]χιον ἐν τοῖς αὐτοῖς κοσμαρίοις ἀγω[............] ἐπὶ μὲν τῆς ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσίας ἀπαλλαγῆς ἐν ἡμέραις [..] ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ γινομένης τῇ Ἰσιδώρᾳ τῆς πράξεως ἔκ τε τοῦ Ἑρμοῦ

    bgu.4.1045_2

    καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τοῦ Ἑρμοῦ Ἡρακλίδης Διδύμου ὡς ἐτῶν νζ οὐλὴ ὑπʼ ὀφρύι ἀριστερᾷ. Ἑρμῆς ἀπελεύθερος Σκύλακος τοῦ Σκύλακος ὁμολογῶ ἔχειν παρὰ τῆς προούσης καὶ συνούσης μοι ἀγράφως γυναικὸς Ἰσιδώρας ἐφʼ ἑαυτῇ ἔτι πάλαι τὴν φερνὴν χρυσίου δοκιμίου τετάρτας τέσσαρας καὶ ἀργυρίου δραχμὰς ἑκατὸν οὔσας ἱμάτια ἐν συντιμήσει καὶ τὰ παράφερνα, ἅπερ ἅπαντα ἀποδώσει ἐπὶ τῆς ἐσομένης αὐτῶι διαφορᾶς καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα Ἡρακλίδης Διδύμου. Ἰσιδώρα Σατύρου μετὰ κυρίου τοῦ συνγενοῦς Εὐδαίμονος τοῦ Διδύμου. ἐντέτακται διὰ γραφείου Ἀλαβανθίδος.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select an abbreviation from the left