Unregistered user (18.220.58.179). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 15310 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/15310

Information mentioned in this text

    TM 15310

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.muench.1.1_1

    † χμγ † † βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου Νέου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἐνάτου Φαμενὼθ ιε τῆς ἑβδόμης ἰνδικτίονος Αὐρήλιοι Βίκτωρ καὶ Παείων καὶ Τσία γαμετὴ Ἁτρῆτος τοῦ καὶ συναινοῦντος αὐτῇ οἱ τρεῖς ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Δίου τοῦ καὶ Πασαραεὶ ἐκ μητρὸς Τλοὺ τῆς καὶ πειθομένης καὶ συνευδοκούσης καὶ διαβεβαιωσαμένης πάντα τὰ ὁμολογηθέντα ταύτῃ τῇ διαλύσει ὁρμώμενοι ἀπὸ Συήνης οἱ καὶ ἑξῆς ὑπογραφέα παρέχοντες τὸν ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς μαρτυροῦντας τῇδε τῇ διαλυτικῇ ὁμολογίᾳ. † Αὐρηλίῳ Ἰακώβῳ ἰδίῳ ἡμῶν ὁμοπατρίῳ ἀδελφῷ ἐκ τῶν προγεγραμμένων Δίου τοῦ καὶ Πασαραεὶ καὶ Τλοῦ ὁρμωμένῳ ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν|mid-punctus| ἐπειδὴ ἡνίκα ἐν τοῖς ζῶσι τυγχάνει ὁ μνημονευθεὶς ἡμῶν πατὴρ Δῖος εἶχεν σὲ τὸν προγεγραμμένον Ἰάκωβον ὡσανεὶ ἀνδρωθέντα καὶ ἥκοντα εἰς τὴν δέουσαν ἡλικίαν συνεργαζόμενον αὐτῷ τῇ ναυτικῇ τέχνῃ, καὶ τοῦ προειρημένου πατρὸς ἡμῶν Δίου τέλει τοῦ βίου χρησαμένου τὴν ὑπολειφθεῖσαν τῷ μακαρίῳ ἡμῶν πατρὶ παρειλήφαμεν διʼ ἐμοῦ αὐτῆς τῆς προειρημένης Τλοὺ μητρὸς ἡμῶν καὶ ε[...] τὴν ἐξαγωγήν σοι ποιησάμενοι φάσκοντες ὑπολείπεσθαί σοί τι τῆς προχρείας τοῦ αὐτοῦ μακαρίου ἡμῶν πατρός, καὶ σὺ ὁ προλεχθεὶς Ἰάκωβος διεβεβαιώσω λέγων|mid-punctus| μηδέν τι ἰδιοποιῆσθαί σοι τῶν πατρῴων ἡμῶν πραγμάτων, καὶ τῆς φιλονεικίας μακρᾶς γενομένης ᾑρησάμεθα τὸ κοινὸν τῶν καθωσιωμένων πρώτων ἀριθμοῦ Συήνης, οἵτινες ἀκούσαντες τὰ μεταξὺ ἡμῶν ἀμφιβαλλόμενα συνεῖδον σὲ μηδὲν τὸ σύνολον κατέχοντα τῶν πατρῴων ἡμῶν πραγμάτων καὶ εἰς βεβαίωσιν δὲ καὶ πᾶσαν ἀπαλλαγὴν τῆς κινηθείσης σοι παρʼ ἡμῶν φιλονεικίας καὶ ἀποσόβησιν πάσης ἐρεσχηλίας κινηθησομένης κατὰ σοῦ παρʼ ἡμῶν ὥρισαν ὥστε ἡμᾶς δέξασθαι ἐνώμοτον λόγον ὡς μηδὲν ὑπολείπεσθαί σοι τῶν πατρῴων ἡμῶν πραγμάτων. τούτων τοίνυν δοξάντων καὶ ἀρεσθέντων ἡμῖν κομισαμένοις παρὰ σοῦ τὸν ἐνώμοτον καὶ φρικτὸν ὅρκον ἐπὶ τῶν θείων καὶ ἀχράντων καὶ σεπτῶν κειμηλίων, ὡς μηδὲν παντελῶς συμφεροποιησαμένου τῶν αὐτῶν πατρικῶν ἡμῶν πραγμάτων, εἰς ταύτην ἐληλύθαμεν τὴν ὁμολογίαν τῆς διαλύσεως, διʼ ἧς ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Βίκτωρ καὶ Παείων καὶ Τσία ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀδόλῳ προαιρέσει δίχα παντὸς δόλου καὶ φόβου τινὸς καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς πρῶτον μὲν δεδέχθαι καὶ εἰληφέναι παρὰ σοῦ τὸν σεβάσμιον ὅρκον ἐπὶ τῶν ἁγίων καὶ ἀμώμων κειμηλίων ὡς μηδὲν τοῦ πατρὸς ἡμῶν διακατέχοντος μέχρι εὐτελοῦς τινος, ἔπειτα δὲ ὁμολογοῦμεν μηδένα λόγον ἔχειν πρὸς σὲ τὸν προειρημένον Ἰάκωβον τὸν ἀδελφὸν ἡμῶν μηδὲ ἕξειν περὶ τῆς προχρείας τῆς ὑπολειφθείσης παρὰ τοῦ μνημονευθέντος Δίου πατρὸς ἡμῶν μηδὲ περὶ οἱουδήποτε πράγματος προσήκοντος τῇ πατρῴᾳ ἡμῶν κληρονομίᾳ, μικροῦ ἢ μεγάλου νοηθέντος ἢ μὴ νοηθέντος λεχθέντος ἢ μὴ λεχθέντος ἐλθόντος εἰς μέσον ἢ μὴ ἐλθόντος ταγέντος ταύτῃ τῇ διαλύσει ἢ μὴ ταγέντος, ἁπλῶς οὐκ ἐπελευσόμεθά σοι οὐχ ἡμεῖς αὐτοὶ οὐ κληρονόμοι ἡμῶν οὐ διάδοχοι οὐ διακάτοχοι μηδὲ ἐνάξωμέν σοι μηδὲ κληρονόμοις σοῖς ἢ διαδόχοις ἢ διακατόχοις μηδὲ ἐγκαλέσωμεν μηδὲ παραβαίνωμεν ἢ παρασαλεύσωμεν ταύτην τὴν διάλυσιν ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἢ ἀφορμὴν ἢ μέθοδον ἢ εὑρεσιλογίαν ἐν δικαστηρίῳ μηδὲ ἐκτὸς δικαστηρίου διὰ τὸ ὡς προείπαμεν ἀπηλλάχθαι ἡμᾶς πρὸς σὲ περὶ πάντων καὶ ἐσβέσθαι πᾶν σπέρμα δίκης καὶ ἐναγωγῆς ἁρμοζούσης ταύτῃ τῇ ὑποθέσει ἢ καὶ ἁρμόσαι δυναμένης. καὶ πρὸς ἐπὶ τούτοις ἐπωμοσάμεθα τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τοῦ τε παντοκράτορος θεοῦ καὶ νίκης καὶ εὐσεβείας τῶν κρατίστων δεσποτῶν τῆς οἰκουμένης Φλαυίων Ἰουστίνου Νέου καὶ Αἰλίας Σοφᾶς τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων, μὴ ἐπιφυῆναί σοι μηδὲ ἐνάγειν μηδὲ ἐγκαλεῖν ἔτι μηδὲ παραβῆναι μηδὲ παρασαλεῦσαι ταύτην τὴν διάλυσιν. ____ εἰ δὲ βουληθείημεν ἐν καιρῷ πώποτε ἐνάγειν σοι ἢ ἐπεξιέναι σοι ταύτης ἕνεκεν τῆς ὑποθέσεως, πρῶτον μὲν ἔνοχοι φανησόμεθα τῷ θείῳ ὅρκῳ καὶ τῷ τῆς ἐπιορκίας κινδύνῳ καὶ ἐγκλήματι, ἔπειτα δὲ ἐπιγνωσόμεθα λόγῳ ἐπιχειρήσεως καὶ παραβάσεως χρυσοῦ ὀγκίαι δύο γίνονται χρυσοῦ ὀγκίαι β μετὰ καὶ τοῦ μηθὲν ἰσχύειν κατὰ τῶν συντεταγμένων ταύτῃ τῇ διαλύσει, ἥνπερ εἰς σὴν ἀσφάλειαν πεποιήμεθα κυρίαν καὶ βεβαίαν καὶ ἔννομον μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν †. δῆλον δὲ ὅτι ἐδεξάμεθα παρὰ σοῦ νομισμάτιον ἓν ζυγῷ Συήνης, ὅπερ δέδωκεν σοὶ ὁ μνημονευθεὶς ἡμῶν πατὴρ Δῖος ὑπὲρ στρατευσίμου τοῦ υἱοῦ σοῦ καὶ οὐδένα λόγον ἔχομεν πρὸς σὲ περὶ τούτου διὰ τὸ ὡς προείπαμεν εἰληφέναι παρὰ σοῦ καὶ οὕτως ὡμολογήσαμεν †. † Αὐρήλιοι Βίκτωρ καὶ Παείων καὶ Τσία ἐκ πατρὸς Δίου Πασαροεὶ ἐκ μητρὸς Τλοὺ τῆς πειθομένης καὶ συνευδοκούσης οἱ προκείμενοι ἐθέμεθα ταύτην τὴν διάλυσιν καὶ στοιχεῖ ἡμῖν ὡς πρόκειται. Φλαύιος Ἰακὼβ Βασιλείδου ἀπὸ ἀκτουαρίων ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. † Φλαύιος Μηνᾶς Διδύμου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †. Φλαύιος Ἄπα Δῖος Μαρτίου ἀπὸ ἀκτουαρίων ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων †. † Φλαύιος Ἰσὰκ Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †. † Φλαύιος Κόμες Πααμίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †. † διʼ ἐμοῦ Βίκτορος Πέτρου ἐτελειώθη Φαμενὼθ ιε τῆς ἑβδόμης ἰνδικτίονος ἐν Συήνῃ †.

    p.muench.1.1_2

    † διάλυσις ἐπʼ ὀνόματος Βίκτορος καὶ Παείωνος καὶ Τσίας ἀδελφῶν ὁμογνησίων πρὸς Ἰάκωβον.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left