TM 2306
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.hamb.1.27_1
[...]ος Ζήνωνι χαίρειν. ἔγραψάς μοι περὶ Πτολεμαίου τοῦ κληρούχου, ὅτι ἐμοὶ αὐτὸν ἀποσυστήσαις, ὅπως καταστήσω ἐπʼ ἐμὲ Πτολεμαῖον τὸν γενηματοφύλακα , ὅπως τὰ δίκαια αὐτῶι ποιήσηι. συνέβη οὖν μοι ἐνοχληθῆναι ἐν Φιλαδελφείαι ὥστε ἀσχολίαν με ἔχειν τῆι ἡμέραι ἐκείνηι. ὁ δὲ Πτολεμαῖος ἔφη συνεστάσθαι Ἄνδρωνι περὶ τῆς τιμῆς τῶν π ἀρταβῶν. περὶ δὲ Ἄνδρωνος, ἐνωχλήθη καὶ ἐκεῖνος, καὶ ἀπῆλθεν εἰς τὴν Κοίτην. τῆι δὲ ἐφαύριον αὐτὸν ἐπεζήτουν καὶ οὐχ ηὕρισκον ἐν Φιλαδελφείαι. ἠρώτων οὖν Πτολεμαῖον τὸν γραμματέα καὶ οὐκ ἔφη εἰδέναι, τὴν δὲ τιμὴν οὔπω ἐκεκόμιστο οὐδὲ πάντως συνεγέγραπτο. λαβὼν δὲ παρὰ σοῦ χαλκὸν εἰς ξυλάμησιν ἐπαγομένων β ἀπῆλθον ἐπὶ τὸ Ἰσιεῖον καὶ ἐπορεύθην εἰς τὴν Κοίτην πυνθανόμενος αὐτοῦ ὅτι ἀπῆλθεν οὐ συγγραψάμενος οὐδὲ τῶν πυρῶν τὴν τιμὴν κομισάμενος [.....]ι καὶ ἅμα ὅτι πρὸς Ἰάσονά ἐστιν αὐτῶι περί τε τῆς τιμῆς καὶ τοῦ λοιποῦ ἐκφορίου. ἔφη οὖν ὡς ἂν ῥαίσηι παραγενήσεσθαι εἰς Φιλαδέλφειαν ἐπὶ τὸ ἀργύριον. οὐκ ἔτι οὖν παρέλαβέν με, ἀλλʼ ἔλαθέν με κομισάμενος. καὶ ἀπελθὼν κατὰ τὴν παρὰ σοῦ ἐπιστολὴν ἐπορεύθην πρὸς τὸν Φίλωνα εἰς τὴν Κοίτην καὶ ἐνέτυχον αὐτῶι περὶ τούτων. ἦν οὖν [........] καὶ ἐκέλευεν τὸν Πτολεμαῖον παραγενέσθαι. ἔστιν γὰρ τὸ γένημα αἱ ρ τῶν κριθῆς ἀρταβῶν καὶ αἱ κ τῶν πυροῦ ἀρταβῶν. ὅσα δὲ ὀφείλεται ἐκεῖ ἐν τῆι Κοίτηι, ἔφη παρέξεσθαι αὐτῶι τοῦ αὐτοῦ γενήματος καὶ ἅμα καὶ περὶ τῶν [............]σθαι. γίνωσκε δέ με παρὰ Ὀννώφριος εἰληφότα τὰ ζεύγη ἐχθὲς ὀψέ, ὥστε εἰς τὴν σήμερον ἐργάζεσθαι, ζεύγη δὲ πάντα, ἐάν τι αὐτῶν ἐγλιμπάνηι, διαδέχεσθαι. συναπέσταλκεν δὲ καὶ γεωργοὺς γ, οἷς κελεύει ἐμὲ τοὺς μισθοὺς δοῦναι. ἀπόστειλον οὖν μοι χαλκοὺς εἰς τοῦτο · εἰ δέ σοι φαίνεται, καλῶς ποιήσεις ἀποστείλας δραχμὰς η, ὅπως δώσω ὑπὲρ γεωργῶν · εἰσὶν γὰρ εἰς ιβ ἀρούρας τῶν δ δραχμῶν τῶι μισθίωι. χόρτον γὰρ οὐκ ἔδωκεν ἡμῖν Ὀννῶφρις ἀλλʼ ἢ τεσσεράκοντα ἀρτάβας τῶν υ ὧν ἔγραψας αὐτῶι, ὥστε λυσιτελεῖ μισθώσασθαι ἢ χορτάσματα ζητεῖν. ἀπόστειλον δὲ ἡμῖν τὰς [.] ἀρτάβας τῶν πυρῶν · οὐ γὰρ ἔχομεν ἀλλʼ ἢ ἡμερῶν β σπέρμα. παρεγενόμην δʼ ἂν καὶ ἐγὼ πρὸς σὲ, ἀλλʼ ἐνοχλούμενος πρὸς τῶι σπόρωι εἰμί. γράψον οὖν μοι περὶ τούτων ὥς σοι φαίνεται. ἔρρωσο. ἔτους λϛ Φαῶφι κϛ.p.hamb.1.27_2
ἔτους λϛ Φαῶφι κϛ. [...]ος Ζήνωνι.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)