TM 5577
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
psi.9.1025_1
ἔτους ιγ τοῦ καὶ ι, Μεσορὴ κγ ἀπέδοτο Πικῶς Ψεμμίνιος Τοτοῆι Ζμανρέους ἀπὸ γῆς σιτοφόρου καλουμένου Πτεμεν Ακοακ ἀπὸ τοῦ ἕκτου μέρους τὸ δίμοιρον χαλκοῦ νομίσματος δραχμῶν Δ Ἑρμόδωρος κεχρημάτικα.psi.9.1025_2
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου τοῦ υἱοῦ τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου θεῶν φιλομητόρων ἔτους τρεισκαιδεκάτου τοῦ καὶ δεκάτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν καὶ θεῶν φιλοπατόρων καὶ θεῶν ἐπιφανῶν καὶ θεοῦ εὐπάτορος καὶ θεοῦ φιλομήτορος καὶ θεοῦ νέου φιλοπάτορος καὶ θεοῦ εὐεργέτου καὶ θεῶν φιλομητόρων ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν ἀθλοφόρου Βερενίκης εὐεργέτιδος κανηφόρου Ἁρσινόης φιλαδέλφου ἱερείας Ἀρσινόης φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Μεσορὴ τρίτηι καὶ εἰκάδι, ἐν Ἑρμώνθει τοῦ Παθυρίτου τῆς Θηβαίδος ἐφʼ Ἑρμοδώρου ἀγορανόμου. ὠνή. ἀπέδοτο Πικῶς Ψεμμίνιος τῶν ἐκ τῶν Μεμνονείων παστοφόρων ὡς ἐτῶν λ μέσος μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν οὐλαὶ προσώπωι πλείους ἀπὸ γῆς σιτοφόρου ἐν τῶι περὶ τὰ Μεμνόνεια πεδίωι καλουμένῳ Πμεν Ακοακ τὸ ἐπιβάλλον αὐτῶι ἀδιαίρετον μέρος τοῦ ἕκτου μέρους τὸ δίμοιρον · γείτονες τῆς ὅλης γῆς νότου λίμνη καλουμένη Πμεν Ἀνούβιος, βορρᾶ λίμνη καλουμένη Πμεν Ακοακ, ἀπηλιώτου Τσατφε, λιβὸς γῆ Ψεννήσιος τοῦ Φαγώνιος νεωτέρου, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Τοτοῆς Ζμανρέους τῶν αὐτῶν παστοφόρων ὡς ἐτῶν λε μέσος μελίχρως στρογγυλοπρόσωπος εὐθύριν οὐλὴ καρπῶι δεξιῶι χαλκοῦ νομίσματος δραχμῶν τετρακισχιλίων. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν Πικῶς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Τοτοῆς ὁ πριάμενος. Ἑρμόδωρος κεχρημάτικα.psi.9.1025_3
ἔτους ιγ τοῦ καὶ ι, Μεσορὴ κϛ. τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν ἐφʼ ἧς Διονύσιος δεκάτην ἐγκυκλίου κατὰ διαγραφὴν Ψενχώνσιος τελώνου ὑφʼ ἣν ὑπογράφει Ἡρακλείδης ὁ ἀντιγραφεὺς τέλος ὠνῆς Τοτοῆς Ζμανρέους ἀπὸ γῆς σιτοφόρου ἐν τοῖς περὶ τὰ Μεμνόνεια πεδίοις ἐν γῆι καλουμένηι Πμεν Ακακ τοῦ ἕκτου μέρους τὸ δίμοιρον ἣν ἐωνήσατο παρὰ Πικῶτος τοῦ Ψεμμίνιος χαλκοῦ δραχμῶν? Δ τέλος υ. Διονύσιος τραπεζίτης.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)