Unregistered user (3.15.6.226). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 9904 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/9904

Metadata

Date: AD 11 Nov 21

Provenance: Soknopaiou Nesos (Dimeh) - Egypt (EgyptThe Egyptian nome ca. 3rd cent. BC - AegyptusThe Roman provincia ca. 2nd cent. AD) [found & written]

Language/script: Greek

Greek translated from Demotic

Material: papyrus

Content (beta!): Contract: sale

Recto/Verso: Ro

Note: CPR 15 2 (TM 9904), CPR 15 3 (TM 9911), CPR 15 4 (TM 9912), SB 1 5231 (TM 13979) and SB 1 5275 (TM 13994) are five Greek translations of the same Demotic P. Dime 3 5 (TM 44702)

More info: DDbDP (PN)Duke Databank of Documentary Papyri => 114817 links in TM, HGVHeidelberger Gesamtverzeichnis der griechischen Urkunden aus Ägypten => 58606 links in TM, ÖNBÖsterreichische Nationalbibliothek => 7396 links in TM, PapPalThe Palaeography of the Papyri => 3212 links in TM

Information mentioned in this text

    TM 9904

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    cpr.15.2qtpl

    ἀντίγραφον Αἰγυπτίας πράσεως Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Ἁθὺρ κδ. λέγει ἐμνίθης ὀρπέει τοπέεις προφήτης ἐκ προφήτου Χαιρήμων Ἡρώιδου μητρὸς Θασεῖτος νεβοάπει ῥισήειτι ῥισεγέτου νεφορσάτει Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος · πέπεικάς με ἀργυρίωι τῆι τιμῆι τῆς ὑπαρχούσης μοι οἰκίας ᾠκοδομημένης ἐστεγασμένης τεθυρωμένης κάτω ἄνω καὶ τοῦ ἐκ βορρᾶ ταύτης προνησίου καὶ αἰθρίου καὶ τῶν ἐκ νότου τόπων ψιλῶν καὶ τῶν συνκυρόντων πάντων ἐν κώμηι Σούχου νήσου Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ἐπὶ τοῖς οὖσι μέτροις πᾶσι. γείτονες νότου περίμετρον κώμης βορρᾶ Ὥρου τοῦ Ὥρου οἰκία λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί. σὰ δʼ ἔστιν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ οὐκ ἐξέσται μοι οὐδʼ ἄλλωι οὐδενὶ ἁπλῶς κυριεύειν αὐτῶν πλὴν σοῦ ἀπὸ τῆς σήμερον ἡμέρας ἐπὶ τὸν ἀεὶ χρόνον. ἐὰν δέ τις ἐπέλθηι ἐπὶ σὲ περὶ αὐτῶν ἐκστήσω αὐτὸν ἀπὸ σοῦ ἐπάναγκον ἀνεπιεικὲς καὶ βεβαιώσω σοι αὐτὰ ἀπό τε συγγραφῶν πασῶν καὶ συναλλαγμάτων πάντων καὶ παντὸς εἴδους ἐάν τε ἀδελφὸς ἢ ἀδελφὴ ἢ υἱὸς ἢ θυγάτηρ ᾖ παντὸς τῶι καθόλου. σαὶ δʼ εἰσὶν αἱ γεγονυῖαι [..]ων κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ αἱ γεγονυῖαι τῷ τε πατρὶ καὶ τῇ μητρί μου κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ συγγραφαὶ πᾶσαι καὶ συναλλάγματα πάντα ἐξ ὧν περιγείνεταί μοι δίκαιον ⸺ ἀπʼ αὐτῶν. ἐὰν δέ τίς σοι ὅρκος ἢ ἐπίδειξις προβληθῆι ὥστε σε συντελέσασθαι περὶ αὐτῶν ποιήσω. ἐπικελεύει γυνὴ ἱέρεια Σούχου Τομσάεις ἐμνίθου Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος ἡ τούτου γυνὴ λέγουσα γράφειν καὶ ποιεῖν κατὰ πάντα τὰ προγεγραμμένα οἷς καὶ πέπεισμαι. ____ ἀντίγραφον χαραγμοῦ καὶ ὑπογραφῆς Ἑλληνικοῖς γράμμασι ὡς ὑπόκειται. ἔτους μα Καίσαρος Ἁθὺρ κδ ἀναγέγραπται ἐν Ψινάχει τῆς Θεμίστου μερίδος πρᾶσις καὶ ἀποστασίου οἰκίας καὶ προνησίου καὶ αἰθρίου καὶ τόπων ψιλῶν καὶ τῶν συνκυρόντων πάντων ἐν τῆι Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος ἃς ποιεῖται Χαιρήμων Ἡρώιδου μητρὸς Θασεῖτος προφήτης Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος. εὐδοκεῖ ἡ τοῦ Χαιρήμονος γυνὴ Τομσάεις Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος. ____ Χαιρήμων Ἡρώιδου μητρὸς Θασεῖτος προφήτης καὶ ἡ γυνὴ Τομσάεις Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος ὁμολογοῦμεν Χαιρήμων μὲν πεπρακέναι Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος τὴν ὑπάρχουσάν μοι οἰκίαν καὶ προνήσιον ἐκ τοῦ πρὸς βορρᾶ μέρους καὶ αἴθριον καὶ τοὺς προσόντας ψιλοὺς τόπους ἐκ τοῦ πρὸς νότου μέρους καὶ τῶν συνκυρόντων πάντων ἐν τῆι Σοκνοπαίου Νήσωι ⸺ τῆς Ἡρακλείδου μερίδος ὅσων ποτʼ ἔστιν μέτρων ἐπὶ τοῖς οὖσι πᾶσι γείτονες νότου περίμετρον κώμης βορρᾶ Ὥρου τοῦ Ὥρου οἰκία λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαὶ καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσηι βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον, Τομσάεις δὲ εὐδοκεῖν τῆι πράσει καὶ μὴ ἐπελεύσασθαι καθότι προγέγραπται. Χαιρήμων ὁ προγεγραμμένος προφήτης καὶ ἀρχιστολιστὴς Σούχου θεοῦ μεγάλου μεγάλου ἔγραψα ὑπὲρ αὐτῆς διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα καὶ εἰμὶ ὡς ἐτῶν τεσσαρακοντατριῶν οὐλὴ μετώπῳ μέσῳ ἔστιν δὲ Τομσάεις ἐτῶν μ ἄσημος. ἀντίγραφον ὑπογραφῆς Αἰγυπτίας Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. Σαταβοῦς Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος ἠγόρασα τὴν οἰκίαν παρὰ Χαιρήμονος τοῦ Ἡρώιδου μητρὸς Θασεῖτος προφήτου Σούχου ἐν κώμηι Σούχου Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου νήσῳ καὶ βεβαιοῖ μοι κατὰ πάντα τὰ προγεγραμμένα. ἔχει δὲ καὶ τὴν κατὰ ταύτης ἠθισμένην ἀποστασίου γεγονυῖαν τῷ αὐτῷ ἔτει καὶ μηνὶ ἡμέραι τῆι αὐτῆι. [---]

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left